Add parallel Print Page Options

ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει [a]τι ἐξ ἐμοῦ, καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. [b]διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος [c]Σατανᾶ, ἵνα με κολαφίζῃ, [d]ἵνα μὴ ὑπεραίρωμαι. ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ [e]δύναμις ἐν ἀσθενείᾳ [f]τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις [g]μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς [h]καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.

11 Γέγονα [i]ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ [j]ὑπομονῇ, σημείοις [k]τε καὶ τέρασιν καὶ δυνάμεσιν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:6 τι NIV RP ] – WH Treg
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 διὸ WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 Σατανᾶ WH Treg NIV ] Σατᾶν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 ἵνα μὴ ὑπεραίρωμαι WH NIV RP ] – Treg
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 δύναμις WH Treg NIV ] + μου RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 τελεῖται WH Treg NIV ] τελειοῦται RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 μου Treg NIV RP ] – WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:10 καὶ WH NIV ] ἐν Treg RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:11 ἄφρων WH Treg NIV ] + καυχώμενος RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 ὑπομονῇ WH Treg NIV ] + ἐν RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 τε WH NIV ] – Treg RP